Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  • Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
  • υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
  • νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
  • πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
  • ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
  • νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
  • ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
  • ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
  • ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
  • Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
  • ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
  • γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
  • παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
  • ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
  • νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
  • σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
  • οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
  • ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
  • νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν