ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳκείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναιἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖνθαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπωνφῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦταιἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσιξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ