Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  2. ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  3. τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
  4. ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
  5. ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
  6. κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
  7. εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
  8. πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
  9. ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
  10. νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
  11. θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
  12. φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
  13. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·