Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
  2. ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
  3. αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
  4. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  5. ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  6. τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
  7. ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
  8. ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
  9. κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.