Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
  2. Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
  3. ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
  4. αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
  5. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  6. ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  7. τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
  8. ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,