Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
  2. μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
  3. κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
  4. Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
  5. ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
  6. αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
  7. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  8. ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  9. τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
  10. ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
  11. ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
  12. κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
  13. εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
  14. πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
  15. ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
  16. νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
  17. θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
  18. φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
  19. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  20. τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  21. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  22. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  23. οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
  24. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  25. ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
  26. ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
  27. ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
  28. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  29. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  30. Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
  31. υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
  32. νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
  33. πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
  34. ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
  35. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
  36. ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
  37. ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
  38. ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
  39. Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
  40. ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
  41. γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
  42. παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
  43. ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
  44. νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
  45. σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
  46. οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
  47. ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
  48. νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
  49. ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
  50. αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  51. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
  52. οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
  53. οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
  54. ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
  55. φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
  56. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  57. εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
  58. αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
  59. κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
  60. πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
  61. Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
  62. ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
  63. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  64. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  65. μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
  66. οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
  67. ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
  68. ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
  69. νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
  70. τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
  71. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  72. οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
  73. θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
  74. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  75. τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
  76. εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
  77. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
  78. δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
  79. αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
  80. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  81. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  82. μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
  83. ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
  84. νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
  85. οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
  86. ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
  87. εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
  88. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  89. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  90. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
  91. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
  92. οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
  93. κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
  94. οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
  95. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  96. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  97. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  98. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  99. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  100. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  101. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  102. τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
  103. ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
  104. δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
  105. εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
  106. σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
  107. τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
  108. οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
  109. ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
  110. ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
  111. φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
  112. ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
  113. δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
  114. ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
  115. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  116. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  117. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  118. ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
  119. οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
  120. ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
  121. εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
  122. αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
  123. μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
  124. μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
  125. μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
  126. ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
  127. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  128. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  129. σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
  130. νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
  131. ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  132. ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
  133. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
  134. πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
  135. κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
  136. ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
  137. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
  138. ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
  139. εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
  140. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  141. σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
  142. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
  143. αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
  144. φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  145. ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  146. κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
  147. νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
  148. ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
  149. πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
  150. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;