Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
- κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
- ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
- ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
- τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
- σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
- κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
- μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
- μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
- κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
- Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
- ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
- αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
- ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
- ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
- τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
- ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
- ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
- κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
- εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
- πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
- ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
- νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
- θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
- φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
- ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
- ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
- οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
- ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
- ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
- ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
- Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
- υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
- νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
- πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
- ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
- νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
- ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
- ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
- ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν