Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
  2. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
  3. ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
  4. τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
  5. εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
  6. καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
  7. νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
  8. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
  9. ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
  10. Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
  11. οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,
  12. ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
  13. ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι