Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
  2. δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
  3. ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
  4. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  5. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  6. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  7. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  8. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  9. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  10. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
  11. κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
  12. ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα