Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
  2. βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
  3. ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
  4. χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
  5. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  6. χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
  7. δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
  8. ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
  9. οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
  10. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
  11. δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
  12. ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
  13. αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,