Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
  2. οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
  3. οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
  4. νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
  5. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
  6. ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
  7. ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
  8. μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
  9. τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
  10. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
  11. βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
  12. ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
  13. χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
  14. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  15. χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
  16. δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
  17. ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
  18. οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
  19. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
  20. δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
  21. ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
  22. αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
  23. καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  24. πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
  25. μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
  26. δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
  27. ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.