Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
  2. οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  3. εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
  4. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
  5. πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
  6. ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·