Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
  2. πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
  3. πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
  4. πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
  5. ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
  6. ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
  7. αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
  8. νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
  9. ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
  10. τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
  11. ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
  12. οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
  13. τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
  14. νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
  15. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
  16. ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
  17. τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
  18. εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
  19. καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
  20. νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν