Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
- πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
- πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
- πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
- ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
- ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
- αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
- νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
- ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
- τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
- ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
- οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
- τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
- νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
- ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
- ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
- τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
- εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
- καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
- νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
- ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
- ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
- Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
- οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,
- ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
- ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
- Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
- τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
- τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·
- τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·
- ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
- ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
- σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
- ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
- γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
- εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
- Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
- μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
- ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
- ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
- ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο
- πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
- ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
- καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
- ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
- ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
- δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
- νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
- νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
- Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
- πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
- μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
- τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
- αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
- θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
- ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
- ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
- ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
- Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
- Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
- πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
- ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
- ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
- ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
- Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
- ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
- πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
- Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
- ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
- ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
- οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
- ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
- νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
- ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
- ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
- ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
- εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
- νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
- Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
- νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
- νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
- νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
- αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
- μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
- εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
- πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
- μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
- πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
- νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
- ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
- ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
- ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
- ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
- εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
- βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
- ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
- στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
- οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
- εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
- εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
- πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
- ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
- κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
- οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
- οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
- νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
- τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
- ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
- ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
- μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
- τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
- τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
- βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
- ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
- χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
- δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
- ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
- οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
- ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
- δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
- ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
- αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
- καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
- πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
- μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
- δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
- ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
- χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
- καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
- σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
- εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
- δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
- παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
- κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
- ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα