Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
  2. ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
  3. σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
  4. Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
  5. Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
  6. αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
  7. κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
  8. ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
  9. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
  10. τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
  11. Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
  12. Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
  13. Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
  14. Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
  15. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
  16. τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
  17. δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
  18. πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  19. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  20. ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
  21. ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
  22. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  23. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  24. κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
  25. πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
  26. αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
  27. ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
  28. αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
  29. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
  30. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
  31. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  32. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  33. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  34. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
  35. Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
  36. Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
  37. ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  38. αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
  39. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  40. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
  41. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
  42. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  43. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  44. μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
  45. μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
  46. νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
  47. ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
  48. ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν
  49. θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
  50. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  51. νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
  52. σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
  53. αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
  54. καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
  55. ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
  56. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
  57. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
  58. καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
  59. ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  1. ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
  2. εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
  3. ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
  4. ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
  5. ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
  6. τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
  7. ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
  8. ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
  9. ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων
  10. νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
  11. ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
  12. θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
  13. αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
  14. αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
  15. πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
  16. ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
  17. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
  18. Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
  19. εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
  20. ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
  21. ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
  22. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  23. ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
  24. αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
  25. ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
  26. ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
  27. Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
  28. ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  29. παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
  30. ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
  31. θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
  32. βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
  33. Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
  34. τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
  35. νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
  36. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
  37. τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
  38. ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
  39. δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
  40. ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
  41. νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
  42. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  43. χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
  44. κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
  45. Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
  46. Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·
  47. οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος
  48. ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,
  49. ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
  50. αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
  51. ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
  52. δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
  53. ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
  54. ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον
  55. εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν
  56. ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
  57. κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
  58. σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
  59. Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
  60. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  61. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
  62. αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
  63. ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
  64. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  65. αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
  66. ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
  67. φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
  68. πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
  69. πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
  70. ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
  71. Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
  72. ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
  73. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
  74. τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  75. εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
  76. ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
  77. πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
  78. ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
  79. λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
  80. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας
  81. Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
  82. τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
  83. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
  84. ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
  85. φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;
  86. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  87. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  88. γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
  89. Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
  90. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  91. πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
  92. ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
  93. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
  94. ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
  95. στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
  96. ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
  97. δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
  98. μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
  99. κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
  100. δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
  101. μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
  102. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  103. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  104. οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
  105. ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
  106. κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
  107. ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
  108. σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
  109. ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
  110. ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
  111. ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
  112. ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
  113. τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
  114. ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
  115. νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
  116. ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
  117. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
  118. λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
  119. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  120. ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
  121. πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
  122. οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
  123. ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
  124. νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
  125. τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
  126. ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
  127. ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
  128. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  129. οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
  130. Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
  131. ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
  132. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  133. ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
  134. διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
  135. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  136. βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
  137. πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
  138. ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
  139. φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
  140. ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
  141. τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
  142. νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
  143. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  144. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  145. μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
  146. ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
  147. βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
  148. ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
  149. ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
  150. βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
  151. ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
  152. εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
  153. ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
  154. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
  155. εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
  156. αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
  157. τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
  158. λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
  159. ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
  160. οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
  161. εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;
  162. ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
  163. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  164. σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
  165. οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
  166. οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
  167. πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
  168. τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
  169. ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
  170. εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
  171. καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
  172. ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
  173. νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
  174. ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
  175. ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
  176. ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.
  177. ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
  178. αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
  179. βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
  180. οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
  181. οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
  182. ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
  183. ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
  184. θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
  185. ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
  186. ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
  187. ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
  188. νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
  189. τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
  190. τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
  191. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  192. οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
  193. αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
  194. ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
  195. Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
  196. τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
  197. ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
  198. τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
  199. ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
  200. πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
  201. ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
  202. ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
  203. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  204. ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
  205. θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
  206. ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
  207. ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
  208. ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
  209. αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
  210. ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
  211. ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
  212. ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
  213. πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
  214. ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
  215. τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
  216. θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
  217. αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
  218. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  219. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  220. Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  221. ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων