Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
- μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
- ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
- δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
- εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
- βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
- πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
- πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
- οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
- ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
- νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο
- οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
- τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
- μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
- ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
- λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
- γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
- οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
- φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
- ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
- τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
- μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
- παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
- τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
- πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
- μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
- ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
- Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. [*](This edition omits lines 458-461.)
- ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
- πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
- ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
- αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
- πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
- ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
- εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
- πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
- εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
- οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
- πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
- ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
- ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
- καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
- ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
- ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
- φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
- Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
- ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
- καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
- μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
- καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
- ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
- καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
- ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
- οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
- πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
- ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
- πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
- οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
- ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
- τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
- ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
- ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
- ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
- νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
- τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
- καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
- λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
- λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
- καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
- χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
- αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.
- ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
- πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν
- βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.
- ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
- τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
- ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
- λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
- τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
- ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
- τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
- εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι
- Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
- οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
- Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
- νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
- ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
- κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
- φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
- μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
- οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
- ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·
- δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
- μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
- ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
- Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
- ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
- Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
- Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
- καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
- χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
- Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,
- οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
- ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
- ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
- ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
- ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
- πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
- αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
- τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
- πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
- καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
- τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
- ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
- ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
- Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
- ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
- τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
- τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
- ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
- οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
- ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
- κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
- κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
- Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
- τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
- Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
- τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
- Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
- μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
- κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
- τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
- ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
- πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
- πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
- κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
- πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
- παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
- ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
- τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
- πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
- Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
- ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
- ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
- ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
- πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
- ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
- πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
- οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
- σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
- πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
- ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
- οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
- ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
- πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
- βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
- καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
- λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
- κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
- ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
- τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
- τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
- βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
- ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
- εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
- πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
- ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
- ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
- νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
- ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
- εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
- οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
- χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
- ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
- ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
- μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
- Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
- τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
- καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
- ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
- οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
- εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
- φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
- ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
- Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
- ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
- ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
- τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
- χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
- οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
- ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
- σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
- τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
- νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
- ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
- καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
- τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
- ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
- θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
- οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
- ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
- αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
- πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
- κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
- πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
- ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
- μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
- Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
- ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
- οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
- πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
- Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
- κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
- ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
- Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
- ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
- σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
- Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
- Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
- αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
- κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
- ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
- αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
- τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
- Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
- Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
- Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
- Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
- οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
- τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
- δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
- πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
- ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
- ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
- πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
- αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
- ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
- αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
- νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
- καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
- οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
- Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
- χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
- ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
- Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
- Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
- ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
- αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
- μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
- δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
- ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
- μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
- νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
- ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
- ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν
- θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
- ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
- νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
- σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
- αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
- καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
- ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
- μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
- καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
- ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
- ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
- εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
- ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
- ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
- ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
- τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
- ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
- ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
- ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων
- νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
- ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
- θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
- αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
- αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
- πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
- ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
- ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
- Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
- εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
- ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
- ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
- ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
- αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
- ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
- ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
- Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
- ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
- παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
- ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
- θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
- βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
- Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
- τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
- νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
- τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
- τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
- ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
- δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
- ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
- νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
- χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
- κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
- Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
- Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·
- οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος
- ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,
- ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
- αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
- ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
- δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
- ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
- ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον
- εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν
- ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
- κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
- σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
- Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
- πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
- αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
- ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
- αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
- ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
- φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
- πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
- πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
- ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
- Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
- ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
- αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
- τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
- εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
- ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
- πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
- ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
- λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
- ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας
- Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
- τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
- νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
- ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
- φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
- Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
- ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
- πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
- ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
- αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
- ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
- στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
- ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
- δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
- μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
- κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
- δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
- μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
- οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
- ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
- κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
- ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
- σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
- ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
- ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
- ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
- ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
- τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
- ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
- νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
- ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
- νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
- λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
- τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
- πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
- οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
- ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
- νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
- τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
- ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
- ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
- Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.
- ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
- ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
- ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
- διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
- εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
- βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
- πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
- ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
- φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
- ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
- τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
- νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
- ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
- βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
- ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
- ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
- βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
- ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
- εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
- ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
- λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
- εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
- αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
- τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
- λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
- ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
- οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
- εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;
- ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
- οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
- οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
- πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.
- τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
- ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
- εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
- καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
- ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
- νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
- ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
- ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
- ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.
- ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
- αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
- βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
- οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
- οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
- ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
- ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
- θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
- ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
- ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
- ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
- νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
- τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
- τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
- καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
- αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
- ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
- Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
- τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
- ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
- τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
- ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
- πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
- ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
- ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
- τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
- ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
- θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
- ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
- ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
- ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
- αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
- ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
- ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
- ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
- πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
- ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
- τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
- θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
- αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
- Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
- ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
- Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος
- μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
- σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
- ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ
- ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
- ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
- ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
- ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
- ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
- ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
- Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
- τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
- τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
- φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
- μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
- καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
- ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.
- ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
- τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
- εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,
- πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
- οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
- ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
- τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
- ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
- τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
- Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·
- εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
- ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,
- ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
- τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.
- ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
- Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
- φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·
- καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
- ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
- κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
- Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
- καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
- ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν
- ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
- ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
- εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
- τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
- ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
- Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
- Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
- αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
- δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
- τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
- βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
- τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
- Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
- νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
- χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
- κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
- ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
- κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
- δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
- ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
- δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
- κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
- σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
- ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
- τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
- αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
- κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
- σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
- ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
- σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
- ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
- τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
- ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
- οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
- βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
- ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
- οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
- εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
- ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
- τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
- τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
- δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
- δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
- οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
- ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
- νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
- ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
- ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
- φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
- νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
- ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
- κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
- ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
- αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
- ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
- Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
- νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
- ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
- ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
- δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
- σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
- τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
- νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
- βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
- ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
- ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
- μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
- Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
- ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
- αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
- ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
- κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
- βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
- ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
- ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
- βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
- διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
- οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
- οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
- ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
- ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
- τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
- καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
- αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
- ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
- ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
- κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
- ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
- ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
- ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
- τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
- ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
- ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
- ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
- γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
- φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
- ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
- ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
- χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,
- ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
- λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
- ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
- φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη
- Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
- φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
- δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
- ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
- δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
- ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·
- δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
- ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε
- βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·
- χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,
- χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
- ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
- χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
- τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
- εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
- νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
- ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
- ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
- νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
- πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
- ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
- δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
- ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
- ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
- ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
- ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
- φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
- νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
- τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
- ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
- ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
- ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
- ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
- ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
- ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
- πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
- ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
- αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
- ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
- τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
- τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
- Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
- βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
- νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
- οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
- ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
- οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
- ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
- εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
- οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
- εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
- τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
- πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
- καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
- πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
- καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
- ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
- εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
- Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
- ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
- τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
- λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
- ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
- τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
- ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
- ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
- ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
- ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
- ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
- ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
- ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
- εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
- ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
- ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
- εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
- οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.
- ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
- ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
- φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
- φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
- τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
- καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
- καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
- ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
- χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
- πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
- πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
- ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
- θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
- συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
- μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
- τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
- αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
- οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
- καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
- τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
- Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
- ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
- τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
- οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
- οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
- ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
- ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
- ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
- ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
- κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
- ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
- ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
- αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
- ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
- ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
- ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
- τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
- τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
- ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
- νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
- ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
- τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
- ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
- τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
- τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
- σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
- τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
- ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
- ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
- αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
- ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
- ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
- ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
- εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
- ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
- νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
- νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
- μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
- ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
- καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
- τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
- οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
- ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
- τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
- ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
- Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
- ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
- ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
- ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
- Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
- θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
- ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
- οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
- ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
- Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
- ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
- μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
- νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
- Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
- ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
- αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
- ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
- ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
- Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
- οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
- καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
- δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
- πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
- εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
- ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
- Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
- αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
- αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
- μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
- ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
- ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
- ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
- κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
- ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
- ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
- ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
- Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
- ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
- τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
- τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
- Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
- ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
- καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
- οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
- ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
- φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
- ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
- νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
- θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
- αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
- ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
- αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
- νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
- ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
- τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
- δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
- πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
- Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
- ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
- Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
- ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
- στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
- ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
- ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
- ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
- εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
- ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
- ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
- καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
- τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
- ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
- Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
- Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
- κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
- καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
- δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
- τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
- πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
- ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
- τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
- τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
- δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
- κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
- τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
- ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
- ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
- χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
- ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
- ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
- καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
- ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
- λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
- τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
- δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
- τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
- κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
- τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
- κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
- ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
- εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
- ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
- λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
- τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
- ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
- ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
- αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
- ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
- φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
- ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
- ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
- αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
- πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
- Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
- Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
- Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
- τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
- ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
- Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
- οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
- παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
- ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
- ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
- λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
- οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
- ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
- πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
- ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
- δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
- ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
- θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
- οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
- οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
- σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
- δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
- πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
- οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
- τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
- τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
- εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
- χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
- ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
- τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
- ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
- οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
- τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
- σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
- τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
- κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
- πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
- αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
- ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
- τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
- νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
- ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
- ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
- καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
- αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
- υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
- εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
- Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
- Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
- ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
- δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
- Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
- σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
- γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
- εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
- ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
- ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
- ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
- ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
- χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
- καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
- σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
- ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
- Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
- αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
- υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
- χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
- οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
- τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
- εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
- ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
- τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
- Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
- ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
- πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
- χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
- τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
- εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
- ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
- μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
- εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
- ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
- ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
- αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
- νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
- ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
- δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
- Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
- χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
- ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
- τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
- τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
- πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
- ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
- ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
- χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
- αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
- ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
- πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
- πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
- ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
- Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
- κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
- ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
- κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
- Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
- ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
- Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
- οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
- μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
- ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
- Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
- ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
- ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
- οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
- ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
- πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
- τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
- πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
- ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
- αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
- πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
- Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
- ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
- ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
- Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
- οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
- Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
- βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
- ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
- θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
- τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
- μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
- αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
- εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
- κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
- δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
- βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
- εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
- ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
- ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
- Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
- Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
- ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
- θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
- τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
- μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
- αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
- εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
- κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
- δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
- Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
- πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
- ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
- οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
- Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
- ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
- πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
- ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
- ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
- ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
- Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
- ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
- Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
- μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
- αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
- αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
- γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
- σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
- τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
- αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
- ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
- Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
- νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
- οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
- ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
- καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
- ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
- σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
- ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
- οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
- κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
- πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη
- αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
- δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
- βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
- τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
- πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
- ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
- στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
- νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
- ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
- ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
- ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
- ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
- ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
- τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
- οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
- τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
- ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
- πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
- αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν