Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
  • τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
  • ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
  • νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
  • μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
  • ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
  • φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
  • ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
  • καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
  • εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
  • ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
  • ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
  • οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
  • ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
  • ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
  • νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
  • αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
  • νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
  • ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
  • ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας