Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
- τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
- τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
- νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
- λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
- οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
- ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
- ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
- ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
- ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
- αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
- οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
- οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
- μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
- ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
- ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
- κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.