Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
  2. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  3. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  4. δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
  5. ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
  6. ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
  7. εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
  8. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
  9. αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
  10. κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
  11. φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
  12. ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
  13. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
  14. αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  15. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  16. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  17. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  18. ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
  19. τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
  20. δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,