Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
  2. χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
  3. εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
  4. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
  5. ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.
  1. ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
  2. θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
  3. πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
  4. ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
  5. Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον
  6. ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
  7. κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·
  8. ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  9. Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
  10. φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
  11. κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
  12. μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
  13. ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων
  14. ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
  15. ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·