Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
  2. ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
  3. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
  4. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
  5. Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
  6. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
  7. ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
  8. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
  9. Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
  10. καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
  11. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  12. εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
  13. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
  14. τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  15. ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
  16. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  17. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  18. ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  19. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  20. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·