Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
  2. καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
  3. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  4. ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
  5. ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
  6. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
  7. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  8. Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
  9. ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
  10. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
  11. ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
  12. Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  13. δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
  14. οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
  15. ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  16. ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
  17. ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
  18. γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
  19. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
  20. ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς