Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  2. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
  3. τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
  4. δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
  5. ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
  6. οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
  7. ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
  8. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
  9. στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
  10. χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
  11. δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
  12. τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
  13. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
  14. αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
  15. δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
  16. τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
  17. οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
  18. ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
  19. θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
  20. καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
  21. τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
  22. πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
  23. εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
  24. τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
  25. ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
  26. οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
  27. ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
  28. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  29. τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
  30. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  31. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  32. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  33. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
  34. ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
  35. πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
  36. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  37. κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
  38. οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
  39. καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
  40. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  41. ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
  42. ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
  43. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·