Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  • ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
  • ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
  • Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  • τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
  • τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
  • δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
  • ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
  • οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
  • ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
  • τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
  • στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
  • χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
  • δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
  • τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
  • καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
  • αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
  • δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
  • τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
  • οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·