Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
  2. εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
  3. φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
  4. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  5. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
  6. αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
  7. γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
  8. Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
  9. ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
  10. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
  11. ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
  12. ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
  13. πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
  14. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
  15. πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
  16. θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
  17. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  18. ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
  19. ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
  20. Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  21. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
  22. τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
  23. δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
  24. ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
  25. οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
  26. ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
  27. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
  28. στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
  29. χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
  30. δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
  31. τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
  32. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
  33. αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
  34. δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
  35. τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
  36. οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
  37. ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
  38. θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
  39. καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
  40. τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
  41. πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
  42. εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
  43. τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
  44. ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
  45. οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
  46. ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
  47. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  48. τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
  49. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  50. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  51. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  52. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
  53. ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
  54. πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
  55. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  56. κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
  57. οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
  58. καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
  59. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  60. ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
  61. ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
  62. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
  63. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  64. Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
  65. ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
  66. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
  67. ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
  68. Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  69. δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
  70. οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
  71. ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  72. ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
  73. ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
  74. γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
  75. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
  76. ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
  77. θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
  78. ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
  79. τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
  80. σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
  81. ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
  82. οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
  83. οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
  84. ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
  85. ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
  86. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  87. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
  88. δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
  89. εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
  90. ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
  91. ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
  92. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
  93. σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
  94. ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
  95. θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
  96. τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
  97. μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
  98. ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
  99. τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
  100. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
  101. Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
  102. ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
  103. ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
  104. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
  105. χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
  106. σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
  107. ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
  108. ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
  109. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
  110. στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
  111. Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
  112. οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
  113. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
  114. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  115. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
  116. ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
  117. καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
  118. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  119. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  120. μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
  121. ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
  122. αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
  123. οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
  124. ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
  125. οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
  126. οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
  127. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
  128. λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
  129. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  130. καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  131. ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
  132. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
  133. ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
  134. Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
  135. καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  136. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  137. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
  138. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
  139. ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
  140. τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
  141. σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
  142. ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
  143. Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
  144. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
  145. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
  146. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
  147. τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
  148. ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
  149. ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
  150. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
  151. τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  152. μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
  153. δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
  154. ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  155. εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
  156. βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
  157. ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
  158. καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
  159. εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
  160. ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
  161. Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
  162. μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
  163. κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
  164. μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
  165. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
  166. ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
  167. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
  168. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  169. Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
  170. αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
  171. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
  172. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  173. Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
  174. καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
  175. νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
  176. σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  177. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  178. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
  179. ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
  180. σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
  181. αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  182. Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  183. αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
  184. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
  185. ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
  186. ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
  187. ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
  188. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
  189. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
  190. Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
  191. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
  192. ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
  193. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
  194. Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
  195. καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
  196. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  197. εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
  198. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
  199. τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  200. ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
  201. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  202. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  203. ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  204. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  205. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  206. νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
  207. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
  208. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  209. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  210. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  211. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  212. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
  213. πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
  214. τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
  215. ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
  216. τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
  217. αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
  218. βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
  219. τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
  220. οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
  221. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
  222. ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
  223. πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  224. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
  225. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
  226. ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
  227. ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
  228. μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
  229. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
  230. Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
  231. δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
  232. τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  233. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
  234. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  235. δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
  236. δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
  237. ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
  238. ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
  239. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  240. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
  241. ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  242. Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
  243. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
  244. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
  245. ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
  246. αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
  247. ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
  248. κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
  249. πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
  250. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  251. Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
  252. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  253. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
  254. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  255. νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
  256. καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
  257. ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
  258. εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  259. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  260. καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
  261. παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
  262. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  263. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  264. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
  265. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
  266. ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
  267. τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
  268. νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
  269. στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
  270. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
  271. ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
  272. εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
  273. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  274. κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
  275. ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
  276. πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
  277. κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
  278. οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
  279. καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
  280. παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
  281. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  282. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  283. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  284. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  285. μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
  286. μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
  287. ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  288. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
  289. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
  290. καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
  291. Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
  292. ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
  293. ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
  294. οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
  295. γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
  296. ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
  297. ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
  298. ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
  299. οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
  300. πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι
  301. Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
  302. στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,
  303. ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
  304. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
  305. ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.
  306. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  307. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
  308. οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
  309. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
  310. ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
  311. δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
  312. οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
  313. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  314. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
  315. ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  316. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  317. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
  318. ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
  319. τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
  320. τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
  321. ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
  322. πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  323. ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
  324. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
  325. ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν
  326. εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
  327. ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
  328. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
  329. θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
  330. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  331. Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  332. ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
  333. οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  334. τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
  335. ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
  336. τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
  337. τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
  338. ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
  339. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  340. ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  341. ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
  342. ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
  343. σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
  344. ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  345. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
  346. τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
  347. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
  348. ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
  349. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  350. δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
  351. βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
  352. νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
  353. πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
  354. τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
  355. χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  356. δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
  357. ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
  358. ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
  359. ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,
  360. ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
  361. παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
  362. δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·
  363. παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
  364. σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
  365. οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
  366. πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
  367. κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
  1. Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
  2. Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
  3. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
  4. αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
  5. κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
  6. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  7. μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
  8. πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
  9. αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
  10. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
  11. ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
  12. πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
  13. ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
  14. τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
  15. ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
  16. τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
  17. γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
  18. εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
  19. σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
  20. πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
  21. ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
  22. Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
  23. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
  24. αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
  25. σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
  26. δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
  27. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
  28. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  29. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
  30. ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  31. ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
  32. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
  33. ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
  34. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
  35. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
  36. βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
  37. ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
  38. τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
  39. θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
  40. πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
  41. ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  42. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  43. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  44. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  45. μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  46. μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
  47. Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
  48. Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
  49. ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
  50. λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
  51. αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
  52. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
  53. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
  54. ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
  55. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
  56. παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
  57. χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
  58. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
  59. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  60. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
  61. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
  62. χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  63. ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  64. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  65. ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
  66. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  67. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
  68. ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
  69. καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
  70. ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
  71. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  72. ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
  73. αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
  74. ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
  75. αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
  76. ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
  77. θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
  78. ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
  79. οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
  80. Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
  81. οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
  82. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  83. ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
  84. κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
  85. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
  86. σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
  87. ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
  88. φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
  89. ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
  90. Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
  91. εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
  92. σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
  93. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  94. πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
  95. μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
  96. ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
  97. ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  98. ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  99. Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
  100. στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
  101. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  102. ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
  103. σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
  104. ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
  105. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
  106. οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
  107. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
  108. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
  109. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
  110. Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
  111. εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
  112. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  113. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
  114. ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
  115. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
  116. Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
  117. μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
  118. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
  119. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
  120. υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
  121. ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
  122. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  123. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  124. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  125. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
  126. κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
  127. ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
  128. Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
  129. ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
  130. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  131. καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
  132. εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  133. βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
  134. κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
  135. δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
  136. τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
  137. Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
  138. δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
  139. Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
  140. ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
  141. νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
  142. σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
  143. δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
  144. οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
  145. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
  146. ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
  147. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  148. Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
  149. Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
  150. ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
  151. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  152. ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
  153. εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
  154. ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
  155. καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
  156. τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
  157. ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
  158. αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
  159. ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
  160. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
  161. Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
  162. ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
  163. νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
  164. ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
  165. πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
  166. ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
  167. ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
  168. ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
  169. τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
  170. τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
  171. σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
  172. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  173. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  174. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
  175. γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
  176. νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
  177. νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
  178. ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
  179. ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
  180. ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
  181. μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
  182. ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
  183. Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
  184. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
  185. Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
  186. νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
  187. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  188. ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
  189. οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
  190. ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
  191. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
  192. ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
  193. πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
  194. αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
  195. δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
  196. εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
  197. αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
  198. ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
  199. σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
  200. καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
  201. ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
  202. ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
  203. οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
  204. πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
  205. εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
  206. Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
  207. αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
  208. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
  209. Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
  210. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
  211. ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
  212. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  213. τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
  214. πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
  215. εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  216. Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
  217. καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
  218. εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
  219. αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
  220. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  221. πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
  222. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
  223. ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
  224. ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
  225. ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
  226. εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
  227. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  228. αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
  229. πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
  230. ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
  231. ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
  232. πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
  233. Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
  234. στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
  235. Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
  236. Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
  237. τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
  238. οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
  239. νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
  240. ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα
  241. ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
  242. ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
  243. αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
  244. μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
  245. ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
  246. νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
  247. αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
  248. νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
  249. πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
  250. ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
  251. οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
  252. μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
  253. ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
  254. εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
  255. τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
  256. ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
  257. Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
  258. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  259. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  260. ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  261. τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
  262. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  263. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  264. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  265. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
  266. Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
  267. στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
  268. ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
  269. παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
  270. βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
  271. αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
  272. εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
  273. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
  274. Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
  275. Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
  276. καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
  277. πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
  278. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  279. τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
  280. στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
  281. Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
  282. βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
  283. πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
  284. καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
  285. τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
  286. σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
  287. αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
  288. Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
  289. πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
  290. ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
  291. ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
  292. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
  293. Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
  294. ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
  295. παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
  296. ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
  297. ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
  298. πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
  299. τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
  300. ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
  301. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
  302. καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
  303. υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
  304. τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
  305. καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
  306. μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
  307. καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
  308. ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
  309. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
  310. Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
  311. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
  312. ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
  313. ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
  314. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  315. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  316. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  317. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
  318. Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
  319. ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  320. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
  321. σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
  322. βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
  323. ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
  324. θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
  325. αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
  326. αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
  327. τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
  328. ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
  329. στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
  330. Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
  331. ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
  332. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
  333. Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
  334. νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
  335. ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
  336. οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
  337. Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
  338. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
  339. ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
  340. ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
  341. ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
  342. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
  343. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
  344. φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
  345. οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
  346. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  347. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
  348. Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
  349. Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
  350. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
  351. αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  352. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
  353. ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
  354. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
  355. ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
  356. Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
  357. τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  358. καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
  359. χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
  360. ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
  361. σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
  362. οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
  363. τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
  364. ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
  365. τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
  366. εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
  367. εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
  368. ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
  369. οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
  370. νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
  371. ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
  372. λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
  373. ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
  374. ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
  375. ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
  376. τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
  377. ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
  378. γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
  379. ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
  380. δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
  381. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
  382. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
  383. Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
  384. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
  385. πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
  386. ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
  387. ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
  388. τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
  389. ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
  390. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  391. ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  392. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
  393. αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
  394. τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
  395. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
  396. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
  397. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
  398. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  399. βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
  400. ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
  401. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  402. γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  403. αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
  404. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  405. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  406. ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
  407. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
  408. αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
  409. ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
  410. βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
  411. πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
  412. ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
  413. πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
  414. οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
  415. ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
  416. γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  417. αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
  418. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  419. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  420. ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
  421. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
  422. αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
  423. ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
  424. τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
  425. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  426. αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
  427. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
  428. νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
  429. τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
  430. ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
  431. Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
  432. ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
  433. τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
  434. καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
  435. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
  436. αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
  437. μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
  438. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
  439. Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
  440. τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
  441. ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
  442. αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
  443. ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
  444. αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη