Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
  • φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
  • αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
  • ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
  • καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
  • Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
  • μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
  • νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
  • οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
  • πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
  • εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
  • θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  • καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  • ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  • ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  • ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  • ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
  • ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
  • οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
  • ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην