Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
  2. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
  3. ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
  4. παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
  5. Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
  6. τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
  7. Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
  8. ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
  9. Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
  10. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  11. δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
  12. παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
  13. σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
  14. πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
  15. σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
  16. ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
  17. ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
  18. ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
  19. ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
  20. Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
  21. οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  22. ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
  23. ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
  24. νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
  25. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
  26. οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
  27. πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
  28. βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
  29. μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
  30. τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
  31. ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
  32. πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
  33. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
  34. ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
  35. ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
  36. μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
  37. λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
  38. ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
  39. τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
  40. ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
  41. ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
  42. ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
  43. ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
  44. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  45. ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
  46. αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  47. αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
  48. οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
  49. αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
  50. ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
  51. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  52. ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  53. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  54. ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
  55. οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
  56. οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
  57. ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
  58. ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
  59. δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
  60. καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
  61. καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
  62. πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
  63. καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
  64. Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
  65. Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
  66. ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
  67. χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
  68. ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
  69. πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
  70. ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
  71. ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
  72. ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
  73. ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
  74. δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
  75. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
  76. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
  77. καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
  78. αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
  79. εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
  80. Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
  81. παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
  82. ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
  83. καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
  84. ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
  85. κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
  86. ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
  87. παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
  88. δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
  89. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  90. δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
  91. οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
  92. μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  93. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
  94. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
  95. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  96. ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
  97. πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
  98. ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
  99. ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
  100. ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
  101. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
  102. Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
  103. ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
  104. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
  105. οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
  106. ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
  107. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
  108. ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
  109. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
  110. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  111. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  112. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  113. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  114. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  115. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  116. ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
  117. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
  118. καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
  119. Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
  120. στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
  121. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
  122. ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
  123. δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
  124. τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
  125. δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
  126. ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
  127. ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
  128. ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
  129. πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
  130. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  131. δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
  132. κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
  133. ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
  1. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
  2. τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
  3. ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
  4. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
  5. οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
  6. πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
  7. ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
  8. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
  9. Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
  10. γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
  11. Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
  12. αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
  13. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  14. Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
  15. Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
  16. ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
  17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
  18. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  19. βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
  20. Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
  21. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
  22. ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
  23. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  24. τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
  25. ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  26. ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
  27. δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
  28. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
  29. νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
  30. σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
  31. Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
  32. ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
  33. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  34. ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
  35. ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
  36. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
  37. τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
  39. ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
  40. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
  41. οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
  42. οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  44. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
  45. βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
  46. στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
  47. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  48. ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
  49. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  50. αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
  51. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
  52. οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
  53. ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
  54. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
  55. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
  56. μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
  57. κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
  58. κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
  59. ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
  60. φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
  61. ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
  62. ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
  63. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
  64. ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
  65. τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
  66. ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
  67. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  68. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  69. ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
  70. ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
  71. εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
  72. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
  73. ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
  74. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  75. δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
  76. ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
  77. εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
  78. τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
  79. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  80. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  81. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
  82. τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
  83. καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
  84. τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
  85. ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
  86. σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
  87. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
  88. νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
  89. ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
  90. ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
  91. ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
  92. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  93. αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
  94. ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
  95. νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
  96. ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
  97. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
  98. εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
  99. ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
  100. ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
  101. τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
  102. νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
  103. ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
  104. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
  105. Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  106. εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
  107. αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  108. δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  109. ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
  110. ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
  111. μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
  112. Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
  113. καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
  114. ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
  115. ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
  116. τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
  117. εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
  118. φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
  119. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  120. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
  121. αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
  122. γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
  123. Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
  124. ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
  125. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
  126. ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
  127. ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
  128. πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
  129. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
  130. πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
  131. θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
  132. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  133. ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
  134. ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
  135. Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  136. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
  137. τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
  138. δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
  139. ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
  140. οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
  141. ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
  142. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
  143. στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
  144. χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
  145. δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
  146. τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
  147. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·