Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  2. ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
  3. Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
  4. φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
  5. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  6. ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
  7. ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
  8. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
  9. πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
  10. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
  11. πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
  12. Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
  13. Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
  14. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  15. πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
  16. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  17. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
  18. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  19. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
  20. καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  21. δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων
  22. ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
  23. ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
  24. ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
  25. πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
  26. χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ
  27. κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες
  28. Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.
  29. ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
  30. αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ
  31. ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
  32. οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ
  33. λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
  34. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  35. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  36. μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
  37. μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
  38. ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
  39. νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
  40. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  41. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  42. Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
  43. εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
  44. Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
  45. Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
  46. Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
  47. πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
  48. στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
  49. πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
  50. φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
  51. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
  52. ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
  53. καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
  54. Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
  55. μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
  56. νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
  57. οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
  58. πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
  59. εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
  60. θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  61. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  62. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  63. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  64. ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  65. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
  66. ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
  67. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
  68. ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην
  69. μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
  70. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
  71. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  72. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  73. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  74. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  75. Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
  76. φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
  77. Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
  78. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  79. Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
  80. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  81. ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
  82. εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
  83. δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
  84. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  85. ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
  86. ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
  87. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
  88. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
  89. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
  90. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
  91. τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
  92. οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
  93. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
  94. σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
  95. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
  96. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
  97. οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
  98. οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
  99. δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
  100. ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
  101. σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
  102. θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
  103. θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
  104. δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
  105. δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
  106. τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
  107. καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
  108. ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
  109. οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
  110. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
  111. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  112. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
  113. Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
  114. οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
  115. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
  116. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
  117. ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
  118. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
  119. ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
  120. ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
  121. ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
  122. Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
  123. αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
  124. τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
  125. ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
  126. ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  127. Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
  128. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
  129. κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
  130. πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
  131. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
  132. τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
  133. ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
  134. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
  135. κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  136. πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
  137. γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
  138. δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
  139. αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
  140. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
  141. προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
  142. ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
  143. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
  144. καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
  145. ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
  146. αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
  147. πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
  148. πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,
  149. πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  150. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
  151. καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
  152. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
  153. καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
  154. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
  155. τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
  156. κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
  157. εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
  158. πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
  159. ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
  160. αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
  161. δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
  162. καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
  163. καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
  164. ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
  165. Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
  166. Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
  167. ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
  168. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
  169. ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
  170. ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
  171. Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
  172. μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
  173. τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
  174. Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
  175. πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
  176. αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
  177. μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
  178. ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
  179. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
  180. ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
  181. ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
  182. αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
  183. ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
  184. Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
  185. ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
  186. οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
  187. Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
  188. Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
  189. καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
  190. Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα
  191. κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
  192. τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
  193. εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
  194. ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·
  195. πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι
  196. κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
  197. πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
  198. τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
  199. γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.
  200. ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε
  201. χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
  202. ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
  203. ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε
  204. χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
  205. Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
  206. ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
  207. εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
  208. καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
  209. πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.
  210. ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε
  211. ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ
  212. πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
  213. πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
  214. κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
  215. κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
  216. δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
  217. πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
  218. κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·
  219. ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
  220. Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
  221. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  222. τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
  223. ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
  224. μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν
  225. ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
  226. ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
  227. ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
  228. πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
  229. ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
  230. ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
  231. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
  232. μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
  233. μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
  234. χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
  235. ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
  236. αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
  237. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  238. ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
  239. πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
  240. ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
  241. τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  242. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  243. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  244. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  245. αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  246. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
  247. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  248. ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
  249. αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
  250. γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
  251. Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
  252. εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
  253. φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
  254. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
  255. κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
  256. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  257. ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
  258. Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
  259. ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
  260. τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
  261. τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
  262. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  263. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  264. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
  265. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
  266. τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
  267. Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
  268. τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
  269. αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
  270. ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
  271. θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  272. εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  273. πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
  274. ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
  275. πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
  276. ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  277. ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
  278. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
  279. ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
  280. ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
  281. Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
  282. καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
  283. ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
  284. οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
  285. ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
  286. ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
  287. ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
  288. αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
  289. τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
  290. ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
  291. Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
  292. ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
  293. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
  294. δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
  295. λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
  296. μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
  297. ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
  298. ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
  299. ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
  300. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  301. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
  302. τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  303. οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
  304. ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
  305. νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
  306. ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
  307. λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
  308. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
  309. ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
  310. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
  311. τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
  312. δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
  313. ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
  314. οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
  315. εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
  316. ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
  317. αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
  318. ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
  319. ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
  320. τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
  321. ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
  322. ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
  323. δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
  324. εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
  325. οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
  326. ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
  327. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
  328. μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
  329. ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
  330. Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
  331. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
  332. ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
  333. καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
  334. οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
  335. οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
  336. ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
  337. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  338. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  339. οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
  340. ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
  341. πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
  342. Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
  343. ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
  344. εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
  345. πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
  346. ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
  347. ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  348. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
  349. τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
  350. Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
  351. οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
  352. οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  353. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
  354. ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
  355. τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
  356. ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
  357. μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
  358. ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
  359. τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
  360. εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
  361. Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
  362. ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
  363. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  364. Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  365. Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
  366. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
  367. ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
  368. παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
  369. Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
  370. τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
  371. Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
  372. ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
  373. Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
  374. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  375. δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
  376. παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
  377. σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
  378. πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
  379. σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
  380. ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
  381. ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
  382. ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
  383. ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
  384. Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
  385. οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  386. ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
  387. ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
  388. νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
  389. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
  390. οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
  391. πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
  392. βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
  393. μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
  394. τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
  395. ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
  396. πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
  397. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
  398. ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
  399. ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
  400. μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
  401. λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
  402. ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
  403. τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
  404. ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
  405. ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
  406. ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
  407. ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
  408. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  409. ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
  410. αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  411. αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
  412. οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
  413. αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
  414. ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
  415. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  416. ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  417. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  418. ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
  419. οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
  420. οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
  421. ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
  422. ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
  423. δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
  424. καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
  425. καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
  426. πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
  427. καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
  428. Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
  429. Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
  430. ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
  431. χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
  432. ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
  433. πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
  434. ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
  435. ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
  436. ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
  437. ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
  438. δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
  439. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
  440. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
  441. καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
  442. αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
  443. εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
  444. Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
  445. παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
  446. ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
  447. καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
  448. ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
  449. κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
  450. ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
  451. παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
  452. δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
  453. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  454. δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
  455. οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
  456. μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  457. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
  458. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
  459. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  460. ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
  461. πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
  462. ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
  463. ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
  464. ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
  465. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
  466. Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
  467. ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
  468. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
  469. οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
  470. ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
  471. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
  472. ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
  473. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
  474. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  475. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  476. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  477. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  478. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  479. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  480. ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
  481. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
  482. καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
  483. Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
  484. στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
  485. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
  486. ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
  487. δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
  488. τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
  489. δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
  490. ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
  491. ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
  492. ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
  493. πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
  494. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  495. δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
  496. κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
  497. ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
  1. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
  2. τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
  3. ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
  4. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
  5. οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
  6. πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
  7. ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
  8. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
  9. Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
  10. γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
  11. Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
  12. αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
  13. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  14. Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
  15. Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
  16. ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
  17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
  18. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  19. βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
  20. Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
  21. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
  22. ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
  23. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  24. τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
  25. ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
  26. ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
  27. δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
  28. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
  29. νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
  30. σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
  31. Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
  32. ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
  33. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  34. ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
  35. ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
  36. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
  37. τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  38. Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
  39. ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
  40. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
  41. οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
  42. οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  44. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
  45. βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
  46. στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
  47. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
  48. ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
  49. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  50. αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
  51. ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
  52. οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
  53. ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
  54. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
  55. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
  56. μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
  57. κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
  58. κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
  59. ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
  60. φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
  61. ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
  62. ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
  63. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
  64. ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
  65. τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
  66. ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
  67. κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  68. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  69. ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
  70. ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
  71. εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
  72. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
  73. ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
  74. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  75. δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
  76. ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
  77. εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
  78. τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
  79. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  80. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  81. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
  82. τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
  83. καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
  84. τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
  85. ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
  86. σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
  87. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
  88. νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
  89. ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
  90. ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
  91. ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
  92. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  93. αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
  94. ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
  95. νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
  96. ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
  97. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
  98. εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
  99. ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
  100. ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
  101. τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
  102. νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
  103. ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
  104. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
  105. Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  106. εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
  107. αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  108. δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  109. ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
  110. ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
  111. μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
  112. Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
  113. καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
  114. ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
  115. ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
  116. τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
  117. εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
  118. φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
  119. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  120. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
  121. αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
  122. γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
  123. Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
  124. ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
  125. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
  126. ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
  127. ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
  128. πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
  129. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
  130. πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
  131. θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
  132. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  133. ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
  134. ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
  135. Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  136. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
  137. τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
  138. δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
  139. ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
  140. οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
  141. ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
  142. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
  143. στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
  144. χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
  145. δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
  146. τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
  147. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
  148. αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
  149. δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
  150. τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
  151. οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
  152. ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
  153. θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
  154. καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
  155. τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
  156. πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
  157. εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
  158. τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
  159. ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
  160. οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
  161. ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
  162. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  163. τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
  164. τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
  165. τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  166. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
  167. τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
  168. ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
  169. πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
  170. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
  171. κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
  172. οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
  173. καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
  174. δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
  175. ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
  176. ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
  177. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
  178. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  179. Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
  180. ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
  181. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
  182. ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
  183. Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  184. δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
  185. οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
  186. ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
  187. ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
  188. ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
  189. γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
  190. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
  191. ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
  192. θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
  193. ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
  194. τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
  195. σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
  196. ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
  197. οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
  198. οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
  199. ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
  200. ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
  201. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
  202. Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
  203. δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
  204. εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
  205. ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
  206. ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
  207. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
  208. σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
  209. ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
  210. θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
  211. τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
  212. μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
  213. ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
  214. τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
  215. Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
  216. Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
  217. ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
  218. ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
  219. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
  220. χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
  221. σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
  222. ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
  223. ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
  224. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
  225. στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
  226. Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
  227. οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
  228. καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
  229. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
  230. κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
  231. ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
  232. καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
  233. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  234. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  235. μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
  236. ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
  237. αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
  238. οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
  239. ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
  240. οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
  241. οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
  242. ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
  243. λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
  244. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  245. καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  246. ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
  247. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
  248. ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
  249. Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
  250. καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  251. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  252. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
  253. ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
  254. ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
  255. τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
  256. σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
  257. ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
  258. Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
  259. οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
  260. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
  261. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
  262. τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
  263. ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
  264. ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
  265. κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
  266. τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
  267. μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
  268. δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
  269. ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
  270. εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
  271. βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
  272. ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
  273. καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
  274. εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
  275. ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
  276. Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
  277. μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
  278. κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
  279. μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
  280. ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
  281. ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
  282. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
  283. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  284. Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
  285. αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
  286. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
  287. τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  288. Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
  289. καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
  290. νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
  291. σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  292. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  293. νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
  294. ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
  295. σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
  296. αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  297. Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  298. αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
  299. δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
  300. ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
  301. ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
  302. ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
  303. ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
  304. σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
  305. Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
  306. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
  307. ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
  308. ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
  309. Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
  310. καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
  311. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  312. εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
  313. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
  314. τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  315. ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
  316. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  317. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  318. ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
  319. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  320. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  321. νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
  322. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
  323. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  324. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  325. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  326. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  327. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
  328. πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
  329. τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
  330. ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
  331. τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
  332. αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
  333. βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
  334. τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
  335. οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
  336. τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
  337. ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
  338. πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  339. ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
  340. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
  341. ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
  342. ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
  343. μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
  344. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
  345. Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
  346. δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
  347. τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
  348. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
  349. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  350. δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
  351. δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
  352. ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
  353. ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.
  354. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  355. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
  356. ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  357. Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
  358. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
  359. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
  360. ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
  361. αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
  362. ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
  363. κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
  364. πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.
  365. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  366. Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
  367. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  368. κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
  369. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  370. νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
  371. καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
  372. ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
  373. εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  374. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  375. καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
  376. παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
  377. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  378. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  379. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
  380. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
  381. ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
  382. τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
  383. νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
  384. στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
  385. Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
  386. ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
  387. εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
  388. μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
  389. κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
  390. ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
  391. πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
  392. κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
  393. οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
  394. καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
  395. παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
  396. κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
  397. ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
  398. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  399. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  400. μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
  401. μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
  402. ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  403. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
  404. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
  405. καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
  406. Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
  407. ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
  408. ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
  409. οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
  410. γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
  411. ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.
  412. ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
  413. ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
  414. οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
  415. πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι
  416. Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
  417. στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,
  418. ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
  419. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
  420. ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.
  421. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  422. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
  423. οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
  424. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
  425. ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
  426. δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
  427. οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
  428. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  429. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
  430. ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  431. νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
  432. ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
  433. ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
  434. τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
  435. τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
  436. ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
  437. πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
  438. ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
  439. ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
  440. ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν
  441. εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
  442. ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
  443. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
  444. θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
  445. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
  446. Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
  447. ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
  448. οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  449. τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
  450. ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
  451. τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
  452. τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
  453. ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
  454. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
  455. ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  456. ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
  457. ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
  458. σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
  459. ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
  460. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
  461. τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
  462. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
  463. ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.
  464. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  465. δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
  466. βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
  467. νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
  468. πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
  469. τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
  470. χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  471. δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
  472. ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
  473. ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
  474. ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,
  475. ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
  476. παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
  477. δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·
  478. παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
  479. σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
  480. οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
  481. πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
  482. κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
  1. Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
  2. Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
  3. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
  4. αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
  5. κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
  6. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  7. μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
  8. πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
  9. αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
  10. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
  11. ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
  12. πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
  13. ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
  14. τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
  15. ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
  16. τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
  17. γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
  18. εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
  19. σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
  20. πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
  21. ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
  22. Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
  23. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
  24. αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
  25. σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
  26. δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
  27. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
  28. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  29. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
  30. ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  31. ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
  32. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
  33. ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
  34. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
  35. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
  36. βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
  37. ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
  38. τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
  39. θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
  40. πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
  41. ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  42. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  43. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  44. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  45. μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  46. μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
  47. Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
  48. Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
  49. ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
  50. λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
  51. αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
  52. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
  53. οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
  54. ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
  55. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
  56. παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
  57. χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
  58. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
  59. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  60. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
  61. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
  62. χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  63. ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  64. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  65. ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
  66. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  67. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
  68. ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
  69. καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
  70. ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
  71. Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
  72. ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
  73. αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
  74. ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
  75. αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
  76. ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
  77. θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
  78. ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
  79. οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
  80. Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
  81. οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
  82. δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  83. ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
  84. κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
  85. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
  86. σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
  87. ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
  88. φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
  89. ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
  90. Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
  91. εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
  92. σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
  93. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  94. πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
  95. μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
  96. ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
  97. ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  98. ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  99. Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
  100. στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
  101. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  102. ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
  103. σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
  104. ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
  105. ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
  106. οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
  107. κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
  108. οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
  109. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
  110. Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
  111. εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
  112. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  113. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
  114. ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
  115. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
  116. Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
  117. μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
  118. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
  119. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
  120. υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
  121. ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
  122. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  123. ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
  124. Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
  125. τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
  126. κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
  127. ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
  128. Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
  129. ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
  130. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  131. καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
  132. εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  133. βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
  134. κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
  135. δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
  136. τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
  137. Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
  138. δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
  139. Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
  140. ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
  141. νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
  142. σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
  143. δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
  144. οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
  145. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·