Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
  2. αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
  3. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  4. ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
  5. πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
  6. ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
  7. τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  8. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  9. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  10. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  11. αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  12. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
  13. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
  14. ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
  15. αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
  16. γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
  17. Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
  18. εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
  19. φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
  20. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
  21. κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
  22. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  23. ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
  24. Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
  25. ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
  26. τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
  27. τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
  28. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  29. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  30. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
  31. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
  32. τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
  33. Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
  34. τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
  35. αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
  36. ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
  37. θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  38. εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  39. πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
  40. ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
  41. πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
  42. ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  43. ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
  44. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
  45. ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
  46. ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
  47. Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
  48. καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
  49. ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
  50. οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
  51. ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
  52. ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
  53. ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
  54. αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
  55. τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
  56. ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
  57. Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
  58. ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
  59. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
  60. δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
  61. λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
  62. μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
  63. ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
  64. ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
  65. ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
  66. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  67. Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
  68. τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  69. οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
  70. ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
  71. νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
  72. ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
  73. λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
  74. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
  75. ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
  76. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
  77. τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
  78. δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
  79. ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
  80. οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
  81. εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
  82. ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
  83. αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
  84. ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
  85. ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
  86. τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
  87. ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
  88. ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
  89. δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
  90. εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
  91. οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
  92. ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
  93. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
  94. μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
  95. ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
  96. Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
  97. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
  98. ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
  99. καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
  100. οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
  101. οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
  102. ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
  103. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  104. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
  105. οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
  106. ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
  107. πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
  108. Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
  109. ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
  110. εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
  111. πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
  112. ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
  113. ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  114. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
  115. τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
  116. Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
  117. οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
  118. οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
  119. Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
  120. ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
  121. τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
  122. ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
  123. μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
  124. ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
  125. τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
  126. εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
  127. Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
  128. ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
  129. Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
  130. Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
  131. Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
  132. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
  133. ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
  134. παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
  135. Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
  136. τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
  137. Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
  138. ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
  139. Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
  140. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  141. δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
  142. παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
  143. σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
  144. πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
  145. σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
  146. ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
  147. ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
  148. ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
  149. ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
  150. Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
  151. οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  152. ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
  153. ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
  154. νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
  155. οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
  156. οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
  157. πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
  158. βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
  159. μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
  160. τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
  161. ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
  162. πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
  163. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
  164. ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
  165. ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
  166. μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
  167. λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
  168. ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
  169. τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
  170. ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
  171. ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
  172. ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
  173. ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
  174. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
  175. ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
  176. αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
  177. αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
  178. οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
  179. αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
  180. ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
  181. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  182. ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  183. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
  184. ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
  185. οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
  186. οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
  187. ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
  188. ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
  189. δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
  190. καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
  191. καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
  192. πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
  193. καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
  194. Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
  195. Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
  196. ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
  197. χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
  198. ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
  199. πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
  200. ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
  201. ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
  202. ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
  203. ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
  204. δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
  205. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
  206. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
  207. καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
  208. αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
  209. εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
  210. Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
  211. παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
  212. ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
  213. καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
  214. ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
  215. κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
  216. ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
  217. παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
  218. δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
  219. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  220. δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
  221. οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
  222. μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  223. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
  224. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
  225. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  226. ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
  227. πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
  228. ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
  229. ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
  230. ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
  231. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
  232. Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
  233. ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
  234. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
  235. οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
  236. ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
  237. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
  238. ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
  239. σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
  240. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  241. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  242. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  243. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  244. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  245. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  246. ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
  247. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
  248. καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
  249. Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
  250. στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
  251. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
  252. ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
  253. δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
  254. τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
  255. δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
  256. ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
  257. ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
  258. ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
  259. πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
  260. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  261. δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
  262. κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
  263. ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
  1. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
  2. τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
  3. ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
  4. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
  5. οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
  6. πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
  7. ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
  8. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
  9. Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
  10. γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
  11. Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
  12. αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
  13. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
  14. Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
  15. Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
  16. ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
  17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη