Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
- Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
- Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
- Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
- ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
- ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
- εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
- δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
- ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
- ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
- ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
- Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
- ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
- τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
- τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
- οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
- τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
- σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
- δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
- εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
- οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
- οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
- δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
- ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
- σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
- θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
- θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
- δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
- δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
- τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
- καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
- ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
- οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
- εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
- ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
- τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
- Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
- οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
- φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
- τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
- ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
- εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
- ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
- ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
- ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
- Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
- αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
- τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
- ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
- ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
- Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
- τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
- κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
- πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
- ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
- τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
- ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
- ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
- κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
- πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
- γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
- δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
- αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
- ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
- προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
- ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
- ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
- καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
- ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
- αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
- πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
- πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,
- πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
- δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
- καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
- δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
- καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
- τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
- τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
- κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
- εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
- πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
- ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
- αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
- δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
- καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
- καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
- ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
- Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
- Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
- ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
- ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
- ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
- ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
- Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
- μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
- τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
- Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
- πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
- αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
- μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
- ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
- ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
- ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
- ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
- αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
- ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
- Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
- ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
- οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
- Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
- Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
- καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
- Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα
- κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
- τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
- εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
- ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·
- πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι
- κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
- πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
- τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
- γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.
- ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε
- χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
- ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
- ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε
- χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
- Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
- ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
- εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
- καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
- πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.
- ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε
- ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ
- πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
- πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
- κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
- κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
- δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
- πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
- κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·
- ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
- Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
- ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
- μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν
- ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
- ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
- ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
- πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
- ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
- ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
- μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
- μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
- χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
- ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
- αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
- ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
- ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
- πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
- ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
- τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
- καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
- ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
- ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
- αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
- ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
- ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
- ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
- αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
- γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
- Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
- εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
- φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
- ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
- κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
- αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
- ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
- Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
- ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
- τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
- τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
- ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
- ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
- βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
- αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
- τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
- Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
- τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
- αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
- ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
- θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
- εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
- πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
- ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
- πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
- ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
- ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
- ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
- ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
- ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
- Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
- καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
- ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
- οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
- ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
- ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
- ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
- αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
- τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
- ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
- Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
- ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
- τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
- δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
- λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
- μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
- ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
- ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
- ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
- τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
- Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
- τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
- οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
- ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
- νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
- ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
- λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
- ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
- ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
- τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
- δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
- ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
- οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
- εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
- ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
- αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
- ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
- ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
- τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
- ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
- ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
- δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
- εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
- οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
- ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
- μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
- ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
- Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
- ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
- ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
- καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
- οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
- οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
- ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
- ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
- αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
- οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
- ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
- πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
- Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
- ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
- εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
- πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
- ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
- ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
- Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
- τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
- Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
- οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
- οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
- Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
- ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
- τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
- ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
- μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.
- ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
- τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
- εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
- Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
- ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
- Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
- Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
- Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
- τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
- ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
- παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
- Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
- τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
- Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
- ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
- Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
- ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
- παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
- σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
- πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
- σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
- ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
- ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
- ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
- ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
- Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
- οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
- ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
- ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
- νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
- οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
- οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
- πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
- βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
- μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
- τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
- ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
- πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
- Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
- ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
- ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
- μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
- λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
- ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
- τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
- ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
- ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
- ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
- ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
- τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
- ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
- αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
- αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
- οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
- αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
- ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
- εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
- ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
- καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
- ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
- οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
- οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
- ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
- ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
- δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
- καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
- καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
- πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
- καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
- Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
- Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
- ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
- χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
- ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
- πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.
- ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
- ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
- ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
- ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
- δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
- ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
- αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
- καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
- αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
- εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
- Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
- παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
- ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
- καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων
- ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
- κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
- ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
- παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
- δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
- χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
- οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
- μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
- οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
- ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
- ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
- ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
- πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
- ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
- ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
- ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
- αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
- Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
- ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
- αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
- οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
- ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
- οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
- ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
- σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
- ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
- δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
- εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
- κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
- ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
- ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
- ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
- τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
- καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
- Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
- στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
- τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
- ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
- δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
- δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
- ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
- ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
- ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
- πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
- ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
- δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
- κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
- ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
- ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
- τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
- ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
- ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
- οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
- πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
- ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
- ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
- Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
- γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
- Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
- αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
- Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
- Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
- Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
- ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
- τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
- Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
- βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
- Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
- Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
- ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
- τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
- ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
- ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
- δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
- ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
- νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
- σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
- Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
- ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
- τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
- ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
- ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
- ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
- τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
- Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
- ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
- οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
- οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
- τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
- βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
- στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
- Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
- ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
- ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
- αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
- οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
- ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
- ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
- καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
- μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
- κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
- κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
- ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
- φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
- ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
- ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
- οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
- ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
- τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
- ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
- κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
- ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
- εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
- ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
- ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
- τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
- δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
- ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
- εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
- τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
- σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
- Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
- εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
- τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
- καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
- τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
- ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
- σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
- καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
- νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
- ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
- ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
- ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
- αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
- ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
- νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
- ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
- ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
- εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
- ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
- ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
- τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
- νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
- ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
- ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
- Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
- εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
- αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
- δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
- ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
- μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
- Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
- καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
- ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
- ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,