Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
  2. σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
  3. τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
  4. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
  5. βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
  6. μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
  7. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
  8. ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
  9. Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
  10. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
  11. ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
  12. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
  13. τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
  14. αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
  15. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
  16. ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
  17. τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  18. ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
  19. Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
  20. ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
  21. χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
  22. ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
  23. Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
  24. αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
  25. κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
  26. δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
  27. ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
  28. τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
  29. τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
  30. κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
  31. καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
  32. ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
  33. Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
  34. φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
  35. τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
  36. ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
  37. στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
  38. ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
  39. ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
  40. ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
  41. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
  42. τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
  43. καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
  44. ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
  45. εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
  46. ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
  47. ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
  48. εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
  49. τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
  50. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
  51. καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
  52. ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
  53. ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
  54. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
  55. νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
  56. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
  57. τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
  58. ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
  59. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
  60. ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
  61. ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
  62. δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
  63. οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
  64. οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
  65. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  66. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
  67. Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
  68. ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
  69. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  70. υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
  71. τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
  72. Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
  73. πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
  74. ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
  75. εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
  76. οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
  77. ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
  78. εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
  79. ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
  80. ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
  81. Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
  82. σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
  83. οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
  84. ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
  85. ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
  86. τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
  87. Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
  88. ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
  89. ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
  90. οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
  91. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
  92. ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
  93. εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  94. ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
  95. Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
  96. ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
  97. Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
  98. τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
  99. Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
  100. βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
  101. ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
  102. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
  103. ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
  104. ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
  105. μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
  106. σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
  107. Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
  108. ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
  109. τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
  110. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  111. ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
  112. ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
  113. οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
  114. ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
  115. τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
  116. ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
  117. Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
  118. καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
  119. εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
  120. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
  121. δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
  122. Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
  123. Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
  124. κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
  125. ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
  126. νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  127. εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
  128. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
  129. ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
  130. ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
  131. οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
  132. εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
  133. ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
  134. ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
  135. τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
  136. αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
  137. ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
  138. Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
  139. οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
  140. οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
  141. χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
  142. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
  143. Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
  144. ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
  145. Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
  146. Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
  147. ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
  148. λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
  149. ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
  150. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
  151. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  152. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  153. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  154. ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
  155. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  156. εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
  157. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
  158. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  159. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
  160. Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
  161. Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
  162. χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
  163. τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
  164. χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
  165. πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
  166. δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
  167. ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
  168. τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
  169. δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
  170. κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
  171. ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
  172. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
  173. πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
  174. ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
  175. ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
  176. τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
  177. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
  178. δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
  179. ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
  180. ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
  181. δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
  182. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
  183. χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
  184. ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
  185. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  186. ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  187. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
  188. αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
  189. τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
  190. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
  191. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
  192. εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
  193. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
  194. ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
  195. Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
  196. Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
  197. ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
  198. μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
  199. τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
  200. ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
  201. Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
  202. λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
  203. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  204. ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
  205. ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
  206. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  207. μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  208. μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
  209. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
  210. ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
  211. τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
  212. ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
  213. ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
  214. ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
  215. λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
  216. τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
  217. αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
  218. ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
  219. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
  220. ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
  221. εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
  222. ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
  223. ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
  224. Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
  225. ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
  226. αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
  227. ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
  228. οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
  229. οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
  230. νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
  231. ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  232. Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
  233. εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
  234. ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
  235. ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
  236. ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
  237. ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
  238. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
  239. ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
  240. Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
  241. καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
  242. οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
  243. ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
  244. δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
  245. αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
  246. κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
  247. ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
  248. σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
  249. καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
  250. ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
  251. ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
  252. Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
  253. τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
  254. γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
  255. τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
  256. οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
  257. ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
  258. οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι