Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
- Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
- ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
- Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
- οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
- οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
- ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
- ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
- ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
- δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
- Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
- τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
- πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
- χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
- Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
- οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
- μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
- νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
- ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
- τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,