Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
  2. τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
  3. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
  4. Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
  5. οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
  6. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  7. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
  8. ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
  9. ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
  10. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
  11. ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
  12. δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
  13. χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
  14. πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
  15. πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
  1. ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
  2. δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
  3. Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
  4. δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
  5. ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
  6. λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
  7. τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
  8. ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
  9. ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
  10. ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
  11. Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
  12. τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
  13. τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
  14. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  15. Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
  16. Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
  17. ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
  18. Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
  19. ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
  20. Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
  21. οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
  22. οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
  23. ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
  24. ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
  25. ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
  26. δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  27. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
  28. τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
  29. πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
  30. χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
  31. Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
  32. οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
  33. μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
  34. νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
  35. ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
  36. τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
  37. Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
  38. ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  39. ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
  40. πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  41. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  42. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  43. Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
  44. Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
  45. τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
  46. νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
  47. ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
  48. τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
  49. υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
  50. Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
  51. ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
  52. βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
  53. ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
  54. οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
  55. ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  56. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
  57. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
  58. ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  59. Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
  60. Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
  61. τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
  62. ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
  63. ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
  64. οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
  65. τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
  66. βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
  67. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
  68. γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
  69. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
  70. ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
  71. ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
  72. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
  73. βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
  74. ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
  75. ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
  76. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
  77. υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
  78. ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
  79. τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
  80. πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
  81. φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
  82. αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
  83. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
  84. ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
  85. Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
  86. ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
  87. θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
  88. χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
  89. τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
  90. οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
  91. ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
  92. πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
  93. ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
  94. Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
  95. τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
  96. θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
  97. αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
  98. καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
  99. θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
  100. ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
  101. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
  102. ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
  103. βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
  104. δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
  105. ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
  106. ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
  107. ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
  108. ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
  109. ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
  110. ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
  111. ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
  112. πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
  113. αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
  114. δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
  115. κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  116. εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
  117. δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
  118. δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
  119. ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
  120. δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
  121. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  122. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
  123. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  124. θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·