Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
- ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
- Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
- Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
- τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
- ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
- οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
- ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
- ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
- εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
- ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
- εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
- ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
- πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
- καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
- τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
- οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
- ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
- ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
- ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
- ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
- ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
- οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
- καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
- οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
- ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
- οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
- Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
- ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
- αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
- δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
- ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
- τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
- ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
- ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
- οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
- ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
- κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
- Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
- υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
- Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
- πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
- Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
- τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
- γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
- αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
- τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
- Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
- ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
- ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
- παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
- πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
- κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
- τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
- οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
- ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
- τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
- Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
- τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
- ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
- ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
- δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
- ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
- ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
- ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
- πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
- κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
- ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
- νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
- ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
- τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
- σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
- τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
- Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
- μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
- ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
- ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
- οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
- ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
- ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
- Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
- Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
- ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
- ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
- ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
- οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
- σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
- χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
- ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
- ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
- ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
- ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
- κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
- τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
- ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
- πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
- ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
- τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
- ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
- ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
- τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
- Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
- ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
- τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
- νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
- πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
- οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
- ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
- ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
- ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
- ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
- ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
- Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
- γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
- τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
- θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
- ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
- πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
- δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
- ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς