Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
  2. Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
  3. ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
  4. Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
  5. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  6. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  7. ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
  8. καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
  9. τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
  10. σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
  11. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
  12. πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
  13. ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
  14. ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
  15. οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
  16. νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
  17. ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
  18. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  19. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
  20. πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
  21. Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
  22. ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
  23. Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
  24. Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
  25. τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
  26. ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
  27. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  28. οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
  29. οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  30. ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
  31. ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
  32. εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
  33. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
  34. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
  35. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
  36. πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
  37. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
  38. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  39. ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
  40. τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
  41. οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
  42. ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
  43. ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
  44. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
  45. ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
  46. ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
  47. οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
  48. καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
  49. οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
  50. ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
  51. οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
  52. Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
  53. ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
  54. αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
  55. δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
  56. ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
  57. τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
  58. ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
  59. ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
  60. οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
  61. ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
  62. κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
  63. Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
  64. υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
  65. Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
  66. πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
  67. Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
  68. τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
  69. γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
  70. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
  71. αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
  72. τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
  73. Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
  74. ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
  75. ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
  76. παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
  77. πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
  78. κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
  79. τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
  80. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
  81. τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
  82. οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
  83. ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
  84. τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
  85. Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
  86. τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
  87. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
  88. ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
  89. δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
  90. ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
  91. ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
  92. ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
  93. πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  94. χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
  95. κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
  96. ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
  97. νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
  98. ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
  99. τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
  100. σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
  101. τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
  102. Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
  103. μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
  104. ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
  105. ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
  106. οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
  107. ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
  108. ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
  109. Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
  110. Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
  111. ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
  112. οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
  113. ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
  114. ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
  115. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
  116. σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
  117. χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
  118. ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
  119. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  120. ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
  121. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
  122. ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
  123. κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
  124. τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
  125. ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
  126. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
  127. ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
  128. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
  129. ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
  130. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
  131. ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
  132. τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
  133. Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
  134. ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
  135. τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
  136. νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
  137. πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
  138. οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
  139. ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
  140. ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
  141. ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
  142. ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
  143. ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
  144. Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
  145. γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
  146. τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
  147. θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
  148. ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
  149. πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
  150. δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
  151. ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
  152. ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
  153. λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
  154. τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
  155. ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
  156. ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
  157. τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
  158. Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
  159. Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
  160. τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
  161. βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
  162. ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
  163. τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
  164. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
  165. στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
  166. ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
  167. ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
  168. ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
  169. ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
  170. τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
  171. κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
  172. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
  173. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  174. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
  175. Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
  176. ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
  177. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
  178. ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
  179. Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
  180. χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
  181. οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
  182. μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
  183. ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
  184. ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
  185. ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
  186. ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
  187. χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
  188. κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
  189. Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
  190. ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
  191. ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  192. κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
  193. θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
  194. Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
  195. χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  196. τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
  197. στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
  198. ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
  199. ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
  200. τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
  201. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
  202. Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
  203. οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
  204. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  205. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
  206. ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
  207. ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
  208. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
  209. ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
  210. δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
  211. χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
  212. πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
  213. πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
  1. ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
  2. δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
  3. Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
  4. δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
  5. ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
  6. λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
  7. τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
  8. ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
  9. ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
  10. ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
  11. Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
  12. τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
  13. τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
  14. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  15. Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
  16. Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
  17. ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
  18. Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
  19. ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
  20. Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
  21. οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
  22. οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
  23. ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
  24. ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
  25. ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
  26. δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  27. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
  28. τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
  29. πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη