Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
  2. μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
  3. πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
  4. αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν
  5. ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
  6. αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
  7. εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
  8. ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
  9. οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
  10. ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
  11. νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
  12. αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
  13. λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
  14. ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
  15. οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
  16. ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
  17. ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
  18. ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
  19. παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
  20. αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
  21. χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
  22. ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
  23. διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
  24. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
  25. μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
  26. ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
  27. ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
  28. αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
  29. ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
  30. Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
  31. κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
  32. ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
  33. ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·
  34. τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
  35. εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
  36. ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  37. ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
  38. ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
  39. ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
  40. ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
  41. τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
  42. χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
  43. φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον
  44. οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
  45. ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
  46. οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
  47. σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
  48. εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
  49. ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
  50. σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
  51. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  52. ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
  53. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
  54. Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
  55. αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
  56. τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
  57. ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
  58. αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
  59. καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
  60. αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
  61. κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
  62. Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
  63. κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
  64. καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
  65. τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
  66. αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
  67. ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
  68. καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  69. σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
  70. ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
  71. τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
  72. θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
  73. οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
  74. εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
  75. ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
  76. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  77. αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
  78. ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
  79. φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
  80. ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
  81. Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
  82. φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
  83. ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
  84. ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
  85. Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
  86. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
  87. βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
  88. παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
  89. ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
  90. λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
  91. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  92. ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
  93. ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
  94. ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
  95. Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
  96. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
  97. βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
  98. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος
  99. βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
  100. κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
  101. αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
  102. τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
  103. λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε
  104. ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
  105. αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
  106. αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
  107. πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
  108. ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
  109. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
  110. οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
  111. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
  112. οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
  113. ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
  114. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
  115. καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
  116. Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
  117. τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
  118. γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
  119. αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
  120. καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
  121. τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
  122. Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
  123. οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
  124. ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
  125. τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
  126. ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
  127. ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
  128. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
  129. τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
  130. Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
  131. τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
  132. αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
  133. ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
  134. ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
  135. ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
  136. εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
  137. ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
  138. ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
  139. ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.