Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
  2. οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
  3. ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
  4. νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
  5. ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
  6. αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
  7. συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
  8. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
  9. κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
  10. οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
  11. ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
  12. Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.
  13. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
  14. καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
  15. μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
  16. τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
  17. ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
  18. αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  19. ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
  20. στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.