Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
- καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
- σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
- πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,
- οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
- ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
- Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
- Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε
- δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
- ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
- ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.
- ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
- καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·
- διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
- ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
- ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
- Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
- πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
- Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
- Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
- ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
- νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
- ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.
- ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
- ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·
- ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
- ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
- καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
- εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
- ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·
- κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.
- τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς
- ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·
- αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
- ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη
- ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
- κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
- αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε
- πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
- χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
- γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
- εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
- ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
- τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
- δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
- κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
- κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
- ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
- ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
- ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
- καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
- στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
- θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
- ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
- ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
- εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
- οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
- νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,
- τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
- ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
- μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
- ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
- εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
- κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
- κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω
- πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
- τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
- μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
- τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,
- μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
- Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
- ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,
- βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
- σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
- αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,
- ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
- ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
- τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
- ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
- ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
- ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·
- ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι
- ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
- ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου
- σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
- ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
- ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε
- παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
- ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
- ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.
- τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
- μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
- νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
- κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
- ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
- οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,
- οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
- ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
- νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
- ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
- ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.
- τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
- Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
- εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
- ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων
- δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·
- οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·
- ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
- τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
- νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,
- ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
- ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
- ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
- ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.
- οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
- χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
- νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
- δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
- αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
- κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
- δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
- Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
- ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
- τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη
- αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
- καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
- ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
- ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,
- ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
- ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
- εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
- ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
- αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
- ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
- πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
- ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
- σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
- Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
- πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
- ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
- λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
- ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
- τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
- δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
- τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
- Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
- εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
- ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
- ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
- ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
- σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
- τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
- μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
- καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
- αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
- ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
- τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
- καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
- οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
- λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
- ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
- Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
- τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
- τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
- εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
- οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
- ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
- καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
- καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
- ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
- κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
- ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
- σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
- ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
- ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
- πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
- ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
- πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
- ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
- ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
- οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
- ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
- λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
- τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
- κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας
- Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
- ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
- Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
- ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
- ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον
- Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
- Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
- εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
- ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
- λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
- τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
- πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
- ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
- τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,
- αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
- σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
- ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
- εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
- ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
- οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
- ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
- αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
- ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
- πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
- βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.
- τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
- καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
- πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
- καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
- ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
- μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
- πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
- αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν
- ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
- αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
- εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
- ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
- οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
- ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
- νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
- αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
- λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
- ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
- οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
- ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
- ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
- ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
- παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
- αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
- χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
- ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
- διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
- μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
- ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
- ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
- αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
- ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
- Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
- κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
- ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
- ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·
- τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
- εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
- ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
- ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
- ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
- ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
- τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
- χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
- φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον
- οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
- ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
- οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
- σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
- εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
- ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
- σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
- εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
- ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
- καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
- Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
- αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
- τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
- ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
- αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
- καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
- αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
- κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
- Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
- κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
- καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
- τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
- αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
- ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
- καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
- σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
- ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
- τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
- θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
- οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
- εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
- ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
- αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
- ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
- φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
- ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
- Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
- φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
- ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
- ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
- Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
- βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
- παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
- ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
- λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
- ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
- ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
- ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
- ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
- Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
- ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
- βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
- ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος
- βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
- κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
- αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
- τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
- λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε
- ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
- αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
- αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
- πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
- ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
- τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
- οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
- ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
- οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
- ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
- ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
- καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
- Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
- τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
- γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
- αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
- καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
- τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
- Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
- οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
- ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
- τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
- ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
- ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
- οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
- τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
- Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
- τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
- αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
- ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
- ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
- ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
- εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
- ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
- ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
- ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
- οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
- Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
- Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
- τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
- αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
- Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
- ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
- ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
- Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
- εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
- δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
- ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
- ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
- τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
- Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
- ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
- ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
- ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
- Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
- ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
- ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
- ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
- τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
- ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
- ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
- τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
- φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
- ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
- τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
- δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
- κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
- καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
- καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
- σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
- αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
- αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
- τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
- τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
- χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
- ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
- ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
- οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
- ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
- Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
- ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
- πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
- ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
- ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
- ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
- σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
- μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
- οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
- μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
- ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
- ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
- ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
- τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
- ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
- καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
- ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
- ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
- ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
- Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
- ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
- ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
- εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
- ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
- βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
- αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
- ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
- ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
- εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
- ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
- αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
- πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
- ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
- ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
- Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
- ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
- Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
- τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
- καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
- καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
- τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
- σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
- ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
- πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
- ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
- ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
- οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
- νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
- ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
- πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
- Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
- ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
- Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
- Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.
- τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
- ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
- διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
- οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
- οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
- ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
- ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
- εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
- ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
- εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
- ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
- πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
- καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
- τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
- οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
- ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
- ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
- ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
- ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
- ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
- οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
- καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
- οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
- ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
- οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
- Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
- ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
- αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
- δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
- ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
- τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
- ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
- ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
- οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
- ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
- κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
- Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
- υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
- Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
- πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
- Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
- τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
- γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.
- ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
- αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
- τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
- Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
- ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
- ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
- παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
- πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
- κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
- τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
- οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
- ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
- τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
- Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
- τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
- ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
- ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
- δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
- ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
- ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
- ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
- πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
- κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
- ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
- νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
- ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
- τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
- σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
- τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
- Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
- μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
- ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
- ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
- οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
- ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
- ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
- Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
- Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
- ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
- οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
- ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
- ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
- οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
- σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
- χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
- ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
- ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
- ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
- ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
- ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
- κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
- τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
- ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
- πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
- ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
- τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
- ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
- ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
- τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
- Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
- ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
- τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
- νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
- πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
- οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
- ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
- ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
- ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
- ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
- ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
- Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
- γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
- τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
- θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
- ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
- πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
- δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
- ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
- ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
- λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
- τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
- ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
- ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
- τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
- Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
- Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
- τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
- βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
- ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
- τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
- βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
- στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
- ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
- ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
- ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
- ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
- τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
- κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
- αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
- Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
- ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
- Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
- ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
- Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
- χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
- οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
- μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
- ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
- ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
- ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
- ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
- χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
- κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
- Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
- ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
- ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
- κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
- θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
- Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
- χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
- τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
- στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
- ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
- ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
- τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
- τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
- Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
- οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
- ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
- ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
- ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
- ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
- ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
- ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
- δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
- χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
- πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
- πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
- ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
- δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
- Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
- δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
- ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
- λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
- τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
- ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
- ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
- ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
- Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
- τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
- τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
- Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
- Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
- ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
- Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
- ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
- Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
- οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
- οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
- ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
- ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
- ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
- δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
- Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
- τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
- πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
- χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
- Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
- οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
- μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
- νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
- ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
- τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
- Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
- ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
- πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
- δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
- Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
- τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
- νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
- ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
- τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
- υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
- Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
- ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
- βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
- ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
- οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
- ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
- πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
- ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
- ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
- Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
- Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
- τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
- ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
- ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
- οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
- τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
- βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
- ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
- γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
- Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
- ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
- ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
- τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
- βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
- ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
- ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
- Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
- υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
- ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
- τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
- πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
- φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
- αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
- ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
- ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
- Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
- ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
- θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
- χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
- τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
- οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
- ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
- πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
- ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
- Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
- τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
- θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
- αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
- καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
- θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
- ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
- τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
- ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
- βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
- δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
- ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
- ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
- ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
- ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
- ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
- ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
- ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
- πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
- αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
- δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
- κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
- εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
- δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
- δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
- ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
- δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
- ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
- γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
- ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
- ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
- ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
- ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
- τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
- μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
- τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
- ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
- ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
- Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
- καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
- δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
- ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
- χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
- τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
- ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
- αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
- αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
- ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
- ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
- τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
- τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
- πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
- τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
- υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
- τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
- ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
- βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
- ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
- υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
- ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
- ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
- λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
- δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
- ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
- εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
- ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
- πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
- ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
- βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
- ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
- τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
- βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
- Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
- εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
- στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
- Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
- καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
- οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
- ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
- ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
- Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
- εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
- ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
- τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
- Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
- ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
- ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
- εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
- οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
- ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
- ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
- ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
- δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
- καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
- ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
- ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
- ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
- καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
- πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
- ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
- ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
- ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
- ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
- ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
- ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
- ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
- ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
- ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
- τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
- ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
- Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
- ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
- τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
- ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
- ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
- εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
- πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
- αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
- εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
- χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
- τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
- μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
- πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
- ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
- ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
- οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
- κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
- τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
- Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
- ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
- δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
- ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
- τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
- Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
- μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
- οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
- μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
- ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
- νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
- αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
- ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
- τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
- ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
- ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
- τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
- αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
- Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
- ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
- ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
- Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
- Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
- εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
- ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
- θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.
- τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
- μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.