Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
  2. αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
  3. οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
  4. Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος
  5. Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
  6. ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
  7. γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ
  8. ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην
  9. δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
  10. τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
  11. οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
  12. ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·
  13. οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
  14. τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
  15. αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
  16. ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,
  17. μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
  18. ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·
  19. δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
  20. ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·