Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων
  2. κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
  3. βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
  4. ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
  5. ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
  6. εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες
  7. εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.