Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
  2. ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε
  3. ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς
  4. δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς
  5. φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.
  6. ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  7. Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,