Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
  2. ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
  3. ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
  4. ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.
  5. εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι
  6. εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς
  7. κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε