Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς
  2. πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
  3. μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
  4. ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε
  5. ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
  6. ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
  7. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,