Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
  • ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
  • οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη
  • ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
  • ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
  • τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
  • ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,