Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
  2. σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
  3. Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.
  4. ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
  5. σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
  6. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  7. ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.