Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
  2. καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.
  3. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
  4. Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε
  5. οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
  6. ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα
  7. τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,