Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
  2. μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
  3. καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
  4. ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
  5. οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,
  6. ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα
  7. ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
  8. τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
  9. μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
  10. καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.
  11. ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
  12. Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε
  13. οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
  14. ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα
  15. τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
  16. οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
  17. ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
  18. κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης
  19. ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.
  20. κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,