Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
  • υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
  • ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης
  • ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
  • οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
  • ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
  • ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.