Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
  2. δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
  3. ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ
  4. φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
  5. ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,
  6. ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·
  7. θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.