Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
  2. τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
  3. καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
  4. λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
  5. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
  6. Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,
  7. Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων